Ἡ ζωὴ ἐν τάφῳ, κατετέθης Χριστέ, καὶ Ἀγγέλων στρατιαὶ ἐξεπλήττοντο, συγκατάβασιν δοξάζουσαι τὴν σήν.
Ἡ ζωὴ πῶς θνήσκεις; πῶς καὶ τάφῳ οἰκεῖς; τοῦ θανάτου τὸ βασίλειον λύεις δέ, καὶ τοῦ ᾍδου τοὺς νεκροὺς ἐξανιστᾷς.Μεγαλύνομέν σε, Ἰησοῦ Βασιλεῦ, καὶ τιμῶμεν τὴν Ταφὴν καὶ τὰ Πάθη σου· δι᾿ ὧν ἔσωσας ἡμᾶς ἐκ τῆς φθορᾶς.
Ἡ ζωὴ ἐν τάφῳ, κατετέθης Χριστέ, καὶ θανάτῳ σου τὸν θάνατον ὤλεσας, καὶ ἐπήγασας τῷ Κόσμῳ τὴν ζωήν.
http://www.youtube.com/watch?v=gKTGFsVNu7Q&feature=share